Ὁμήρου Ἰλιὰς Ε

 

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

 

 

Ἔνθ᾽ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη

δῶκε μένος καὶ θάρσος, ἵν᾽ ἔκδηλος μετὰ πᾶσιν

Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·

δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ

ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 5

λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·

τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,

ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.

Ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων

ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην        10

Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.

Τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·

τὼ μὲν ἀφ᾽ ἵπποιιν, ὃ δ᾽ ἀπὸ χθονὸς ὄρνυτο πεζός.

Οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες

Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·  15

Τυδεΐδεω δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴ

ἔγχεος, οὐδ᾽ ἔβαλ᾽ αὐτόν· ὃ δ᾽ ὕστερος ὄρνυτο χαλκῷ

Τυδεΐδης· τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,

ἀλλ᾽ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ᾽ ἀφ᾽ ἵππων.

Ἰδαῖος δ᾽ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,   20

οὐδ᾽ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·

οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,

ἀλλ᾽ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,

ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.

Ἵππους δ᾽ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς      25

δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.

Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος

τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ᾽ ὄχεσφι,

πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη

χειρὸς ἑλοῦσ᾽ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·  30

Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα

οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς

μάρνασθ᾽, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,

νῶϊ δὲ χαζώμεσθα, Διὸς δ᾽ ἀλεώμεθα μῆνιν;

ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·    35

τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ᾽ ἠϊόεντι Σκαμάνδρῳ,

Τρῶας δ᾽ ἔκλιναν Δαναοί· ἕλε δ᾽ ἄνδρα ἕκαστος

ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων

ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·

πρτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν    40

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.

Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν

Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.

Τὸν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ       45

νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·

ἤριπε δ᾽ ἐξ ὀχέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλε.

Τὸν μὲν ἄρ᾽ Ἰδομενῆος ἐσύλευον θεράποντες·

υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης

Ἀτρεΐδης Μενέλαος ἕλ᾽ ἔγχεϊ ὀξυόεντι 50

ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ

βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·

ἀλλ᾽ οὔ οἱ τότε γε χραῖσμ᾽ Ἄρτεμις ἰοχέαιρα,

οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·

ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 55

πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,

ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.

Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν

Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 60

τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·

ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας

ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο

οἷ τ᾽ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.

Τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων    65

βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ

ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἤλυθ᾽ ἀκωκή·

γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.

Πήδαιον δ᾽ ἄρ᾽ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν

ὅς ῥα νόθος μὲν ἔην, πύκα δ᾽ ἔτρεφε δῖα Θεανὼ 70

ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.

Τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν

βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·

ἀντικρὺ δ᾽ ἀν᾽ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·

ἤριπε δ᾽ ἐν κονίῃ, ψυχρὸν δ᾽ ἕλε χαλκὸν ὀδοῦσιν.      75

Εὐρύπυλος δ᾽ Εὐαιμονίδης Ὑψήνορα δῖον

υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου

ἀρητὴρ ἐτέτυκτο, θεὸς δ᾽ ὣς τίετο δήμῳ,

τὸν μὲν ἄρ᾽ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,

πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ᾽ ὦμον 80

φασγάνῳ ἀΐξας, ἀπὸ δ᾽ ἔξεσε χεῖρα βαρεῖαν·

αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ᾽ ὄσσε

ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

Ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·

Τυδεΐδην δ᾽ οὐκ ἂν γνοίης ποτέροισι μετείη 85

ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ᾽ Ἀχαιοῖς.

Θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς

χειμάρρῳ, ὅς τ᾽ ὦκα ῥέων ἐκέδασσε γεφύρας·

τὸν δ᾽ οὔτ᾽ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,

οὔτ᾽ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων     90

ἐλθόντ᾽ ἐξαπίνης ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος·

πολλὰ δ᾽ ὑπ᾽ αὐτοῦ ἔργα κατήριπε κάλ᾽ αἰζηῶν·

ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες

Τρώων, οὐδ᾽ ἄρα μιν μίμνον πολέες περ ἐόντες.

Τὸν δ᾽ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς       95

θνοντ μ πεδον πρ θεν κλονοντα φλαγγας,

αψ π Τυδεδ τιτανετο καμπλα τξα,

κα βλ πασσοντα τυχν κατ δεξιν μον

θρηκος γαλον· δι δ πτατο πικρς ϊστς,

ντικρ δ δισχε, παλσσετο δ αματι θρηξ. 100

Τ δ π μακρν ϋσε Λυκονος γλας υἱός·

ρνυσθε Τρες μεγθυμοι κντορες ππων·

ββληται γρ ριστος χαιν, οδ φημι

δθ νσχσεσθαι κρατερν βλος, ε τεν με

ρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.   105

Ὣς ἔφατ᾽ εὐχόμενος· τὸν δ᾽ οὐ βέλος ὠκὺ δάμασσεν,

ἀλλ᾽ ἀναχωρήσας πρόσθ᾽ ἵπποιιν καὶ ὄχεσφιν

ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·

ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,

ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.  110

Ὣς ἄρ᾽ ἔφη, Σθένελος δὲ καθ᾽ ἵππων ἆλτο χαμᾶζε,

πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ᾽ ὤμου·

αἷμα δ᾽ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.

Δὴ τότ᾽ ἔπειτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·

κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,   115

εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης

δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ᾽ ἐμὲ φῖλαι Ἀθήνη·

δὸς δέ τέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν

ὅς μ᾽ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι

δηρὸν ἔτ᾽ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.   120

ὣς ἔφατ᾽ εὐχόμενος· τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη,

γυῖα δ᾽ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·

ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·

θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·

ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα     125

ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·

ἀχλὺν δ᾽ αὖ τοι ἀπ᾽ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,

ὄφρ᾽ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.

τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ᾽ ἵκηται

μή τι σύ γ᾽ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι  130

τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη

ἔλθῃσ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,

Τυδεΐδης δ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη

καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·   135

δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα

Ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾽ εἰροπόκοις ὀΐεσσι

χραύσῃ μέν τ᾽ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·

τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ᾽ οὐ προσαμύνει,

ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ᾽ ἐρῆμα φοβεῖται·   140

αἳ μέν τ᾽ ἀγχιστῖναι ἐπ᾽ ἀλλήλῃσι κέχυνται,

αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·

ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.

Ἔνθ᾽ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,

τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,       145

τὸν δ᾽ ἕτερον ξίφεϊ μεγάλῳ κληῖδα παρ᾽ ὦμον

πλῆξ᾽, ἀπὸ δ᾽ αὐχένος ὦμον ἐέργαθεν ἠδ᾽ ἀπὸ νώτου.

Τοὺς μὲν ἔασ᾽, ὃ δ᾽ Ἄβαντα μετῴχετο καὶ Πολύειδον

υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·

τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ᾽ ὀνείρους, 150

ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·

βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε

ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,

υἱὸν δ᾽ οὐ τέκετ᾽ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.

Ἔνθ᾽ ὅ γε τοὺς ἐνάριζε, φίλον δ᾽ ἐξαίνυτο θυμὸν       155

ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ

λεῖπ᾽, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε

δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.

Ἔνθ᾽ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο

εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.   160

Ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ

πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,

ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς

βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε᾽ ἐσύλα·

ἵππους δ᾽ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.      165

Τὸν δ᾽ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,

βῆ δ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων

Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·

εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,

στῆ δὲ πρόσθ᾽ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·   170

Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ

καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ᾽ ἀνήρ,

οὐδέ τις ἐν Λυκίῃ σέο γ᾽ εὔχεται εἶναι ἀμείνων.

Ἀλλ᾽ ἄγε τῷδ᾽ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν

ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε        175

Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν·

εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν

ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.

Τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·

Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων     180

Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,

ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,

ἵππους τ᾽ εἰσορόων· σάφα δ᾽ οὐκ οἶδ᾽ εἰ θεός ἐστιν.

Εἰ δ᾽ ὅ γ᾽ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς

οὐχ ὅ γ᾽ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι    185

ἕστηκ᾽ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,

ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.

Ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον

δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·

καί μιν ἔγωγ᾽ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,    190

ἔμπης δ᾽ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.

Ἵπποι δ᾽ οὐ παρέασι καὶ ἅρματα τῶν κ᾽ ἐπιβαίην·

ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι

καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι

πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 195

ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.

Ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων

ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·

ἵπποισίν μ᾽ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα

ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· 200

ἀλλ᾽ ἐγὼ οὐ πιθόμην· ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν·

ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς

ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.

Ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα

τόξοισιν πίσυνος· τὰ δέ μ᾽ οὐκ ἄρ᾽ ἔμελλον ὀνήσειν. 205

Ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα

Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ᾽ ἀμφοτέροιιν

ἀτρεκὲς αἷμ᾽ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.

Τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα

ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν     210

ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.

Εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι

πατρίδ᾽ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,

αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς

εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην   215

χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.

Τὸν δ᾽ αὖτ᾽ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·

μὴ δ᾽ οὕτως ἀγόρευε· πάρος δ᾽ οὐκ ἔσσεται ἄλλως,

πρίν γ᾽ ἐπὶ νὼ τῷδ᾽ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν

ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.     220

Ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι

οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·

τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε

Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.       225

Ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα

δέξαι, ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·

ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.

Τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·

Αἰνεία σὺ μὲν αὐτὸς ἔχ᾽ ἡνία καὶ τεὼ ἵππω· 230

μᾶλλον ὑφ᾽ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα

οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·

μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ᾽ ἐθέλητον

ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,

νῶϊ δ᾽ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς 235

αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.

Ἀλλὰ σύ γ᾽ αὐτὸς ἔλαυνε τέ᾽ ἅρματα καὶ τεὼ ἵππω,

τὸν δὲ δ᾽ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.

Ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες

ἐμμεμαῶτ᾽ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. 240

Τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,

αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·

Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,

ἄνδρ᾽ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι

ἶν᾽ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς     245

Πάνδαρος, υἱὸς δ᾽ αὖτε Λυκάονος εὔχεται εἶναι·

Αἰνείας δ᾽ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο

εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ᾽ Ἀφροδίτη.

Ἀλλ᾽ ἄγε δὴ χαζώμεθ᾽ ἐφ᾽ ἵππων, μηδέ μοι οὕτω

θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.     250

Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·

μή τι φόβον δ᾽ ἀγόρευ᾽, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.

Οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι

οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·

ὀκνείω δ᾽ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως   255

ἀντίον εἶμ᾽ αὐτῶν· τρεῖν μ᾽ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.

Τούτω δ᾽ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι

ἄμφω ἀφ᾽ ἡμείων, εἴ γ᾽ οὖν ἕτερός γε φύγῃσιν.

Ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ  260

ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους

αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,

Αἰνείαο δ᾽ ἐπαΐξαι μεμνημένος ἵππων,

ἐκ δ᾽ ἐλάσαι Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.

Τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς    265

δῶχ᾽ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ᾽ ἄριστοι

ἵππων ὅσσοι ἔασιν ὑπ᾽ ἠῶ τ᾽ ἠέλιόν τε,

τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης

λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·

τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.  270

Τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾽ ἐπὶ φάτνῃ,

τὼ δὲ δύ᾽ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.

Εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.

Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

τὼ δὲ τάχ᾽ ἐγγύθεν ἦλθον ἐλαύνοντ᾽ ὠκέας ἵππους. 275

Τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·

καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ

ἦ μάλα σ᾽ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·

νῦν αὖτ᾽ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.

Ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος        280

καὶ βάλε Τυδεΐδαο κατ᾽ ἀσπίδα· τῆς δὲ διὰ πρὸ

αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·

τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·

βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ᾽ ὀΐω

δηρὸν ἔτ᾽ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ᾽ εὖχος ἔδωκας.  285

Τὸν δ᾽ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·

ἤμβροτες οὐδ᾽ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ᾽ ὀΐω

πρίν γ᾽ ἀποπαύσεσθαι πρίν γ᾽ ἢ ἕτερόν γε πεσόντα

αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.

Ὣς φάμενος προέηκε· βέλος δ᾽ ἴθυνεν Ἀθήνη     290

ῥῖνα παρ᾽ ὀφθαλμόν, λευκοὺς δ᾽ ἐπέρησεν ὀδόντας.

Τοῦ δ᾽ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,

αἰχμὴ δ᾽ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·

ἤριπε δ᾽ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ

αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι  295

ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.

Αἰνείας δ᾽ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ

δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.

Ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,

πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,       300

τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοι

σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ

Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,

οἷοι νῦν βροτοί εἰσ᾽· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.

Τῷ βάλεν Αἰνείαο κατ᾽ ἰσχίον ἔνθά τε μηρὸς       305

ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·

θλάσσε δέ οἱ κοτύλην, πρὸς δ᾽ ἄμφω ῥῆξε τένοντε·

ὦσε δ᾽ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ᾽ ἥρως

ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ

γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.   310

Καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη

μήτηρ, ἥ μιν ὑπ᾽ Ἀγχίσῃ τέκε βουκολέοντι·

ἀμφὶ δ᾽ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,

πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν 315

ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων

χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.

Ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·

οὐδ᾽ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων

τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,  320

ἀλλ᾽ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους

νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,

Αἰνείαο δ᾽ ἐπαΐξας καλλίτριχας ἵππους

ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.

Δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης    325

τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,

νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ᾽ ἥρως

ὧν ἵππων ἐπιβὰς ἔλαβ᾽ ἡνία σιγαλόεντα,

αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους

ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ    330

γιγνώσκων ὅ τ᾽ ἄναλκις ἔην θεός, οὐδὲ θεάων

τάων αἵ τ᾽ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,

οὔτ᾽ ἄρ᾽ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.

Ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκίχανε πολὺν καθ᾽ ὅμιλον ὀπάζων,

ἔνθ᾽ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 335

ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ

ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν

ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,

πρυμνὸν ὕπερ θέναρος· ῥέε δ᾽ ἄμβροτον αἷμα θεοῖο

ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·     340

οὐ γὰρ σῖτον ἔδουσ᾽, οὐ πίνουσ᾽ αἴθοπα οἶνον,

τοὔνεκ᾽ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.

Ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·

καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων

κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων        345

χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·

τῇ δ᾽ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·

εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·

ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;

εἰ δὲ σύ γ᾽ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ᾽ ὀΐω      350

ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ᾽ ἑτέρωθι πύθηαι.

Ὣς ἔφαθ᾽, ἣ δ᾽ ἀλύουσ᾽ ἀπεβήσετο, τείρετο δ᾽ αἰνῶς·

τὴν μὲν ἄρ᾽ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ᾽ ὁμίλου

ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.

Εὗρεν ἔπειτα μάχης ἐπ᾽ ἀριστερὰ θοῦρον Ἄρηα 355

ἥμενον· ἠέρι δ᾽ ἔγχος ἐκέκλιτο καὶ ταχέ᾽ ἵππω·

ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο

πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·

φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,

ὄφρ᾽ ἐς Ὄλυμπον ἵκωμαι ἵν᾽ ἀθανάτων ἕδος ἐστί.     360

Λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ

Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.

Ὣς φάτο, τῇ δ᾽ ἄρ᾽ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·

ἣ δ᾽ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,

πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,       365

μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.

Αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·

ἔνθ᾽ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις

λύσασ᾽ ἐξ ὀχέων, παρὰ δ᾽ ἀμβρόσιον βάλεν εἶδαρ·

ἣ δ᾽ ἐν γούνασι πῖπτε Διώνης δῖ᾽ Ἀφροδίτη  370

μητρὸς ἑῆς· ἣ δ᾽ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,

χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἐκ τ᾽ ὀνόμαζε·

τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων

μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·    375

οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,

οὕνεκ᾽ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο

Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.

Οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,

ἀλλ᾽ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.    380

Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διώνη, δῖα θεάων·

τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·

πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ᾽ ἔχοντες

ἐξ ἀνδρῶν χαλέπ᾽ ἄλγε᾽ ἐπ᾽ ἀλλήλοισι τιθέντες.

Τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ᾽ Ἐφιάλτης    385

παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·

χαλκέῳ δ᾽ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·

καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,

εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια

Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δ᾽ ἐξέκλεψεν Ἄρηα      390

ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.

Τλῆ δ᾽ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος

δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι

βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.

Τλῆ δ᾽ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,       395

εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο

ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·

αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον

κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς

ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.  400

Τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων

ἠκέσατ᾽· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.

Σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ᾽ αἴσυλα ῥέζων,

ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.

Σοὶ δ᾽ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·  405

νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς

ὅττι μάλ᾽ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,

οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν

ἐλθόντ᾽ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.

Τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,       410

φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,

μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη

ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ

κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν

ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. 415

Ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ᾽ ἰχῶ χειρὸς ὀμόργνυ·

ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.

Αἳ δ᾽ αὖτ᾽ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη

κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.

Τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·        420

Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;

ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα

Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,

τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων

πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.  425

Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·

οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,

ἀλλὰ σύ γ᾽ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,

ταῦτα δ᾽ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.     430

Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

Αἰνείᾳ δ᾽ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,

γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·

ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ᾽ αἰεὶ

Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.      435

Τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε κατακτάμεναι μενεαίνων,

τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ᾽ Ἀπόλλων·

ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

δεινὰ δ᾽ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·

φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν       440

ἶσ᾽ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον

ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ᾽ ἀνθρώπων.

Ὣς φάτο, Τυδεΐδης δ᾽ ἀνεχάζετο τυτθὸν ὀπίσσω

μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.

Αἰνείαν δ᾽ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων    445

Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.

Ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα

ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·

αὐτὰρ ὃ εἴδωλον τεῦξ᾽ ἀργυρότοξος Ἀπόλλων

αὐτῷ τ᾽ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,       450

ἀμφὶ δ᾽ ἄρ᾽ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ

δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας

ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.

Δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·

Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,   455

οὐκ ἂν δὴ τόνδ᾽ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν

Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;

Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,

αὐτὰρ ἔπειτ᾽ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.

Ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,    460

Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν

εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·

υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·

ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος

ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;    465

ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;

κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ

Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·

ἀλλ᾽ ἄγετ᾽ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.

Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.        470

Ἔνθ᾽ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·

Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;

φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ᾽ ἐπικούρων

οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.

Τῶν νῦν οὔ τιν᾽ ἐγὼ ἰδέειν δύναμ᾽ οὐδὲ νοῆσαι,  475

ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·

ἡμεῖς δὲ μαχόμεσθ᾽ οἵ πέρ τ᾽ ἐπίκουροι ἔνειμεν.

Καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·

τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,

ἔνθ᾽ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,     480

κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ᾽ ἐπιδευής.

Ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον᾽ αὐτὸς

ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον

οἷόν κ᾽ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·

τύνη δ᾽ ἕστηκας, ἀτὰρ οὐδ᾽ ἄλλοισι κελεύεις      485

λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.

Μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου

ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·

οἳ δὲ τάχ᾽ ἐκπέρσουσ᾽ εὖ ναιομένην πόλιν ὑμήν.

Σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ     490

ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων

νωλεμέως ἐχέμεν, κρατερὴν δ᾽ ἀποθέσθαι ἐνιπήν.

Ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·

αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ   495

ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.

Οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·

Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.

Ὡς δ᾽ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ᾽ ἀλωὰς

ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ 500

κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,

αἳ δ᾽ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ᾽ Ἀχαιοὶ

λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι᾽ αὐτῶν

οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων

ἂψ ἐπιμισγομένων· ὑπὸ δ᾽ ἔστρεφον ἡνιοχῆες.   505

Οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα

θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων

πάντοσ᾽ ἐποιχόμενος· τοῦ δ᾽ ἐκραίαινεν ἐφετμὰς

Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει

Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ᾽ Ἀθήνην       510

οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.

Αὐτὸς δ᾽ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο

ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.

Αἰνείας δ᾽ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,

ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα     515

καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.

Οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν

Ἄρης τε βροτολοιγὸς Ἔρις τ᾽ ἄμοτον μεμαυῖα.

Τοὺς δ᾽ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης

ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ   520

οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,

ἀλλ᾽ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων

νηνεμίης ἔστησεν ἐπ᾽ ἀκροπόλοισιν ὄρεσσιν

ἀτρέμας, ὄφρ᾽ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων

ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα       525

πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·

ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.

Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·

ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,

ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·   530

αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·

φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.

Ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα

Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα

Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι  535

τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.

Τόν ῥα κατ᾽ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·

ἣ δ᾽ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,

νειαίρῃ δ᾽ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.    540

Ἔνθ᾽ αὖτ᾽ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους

υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,

τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ

ἀφνειὸς βιότοιο, γένος δ᾽ ἦν ἐκ ποταμοῖο

Ἀλφειοῦ, ὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,  545

ὃς τέκετ᾽ Ὀρτίλοχον πολέεσσ᾽ ἄνδρεσσιν ἄνακτα·

Ὀρτίλοχος δ᾽ ἄρ᾽ ἔτικτε Διοκλῆα μεγάθυμον,

ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,

Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.

Τὼ μὲν ἄρ᾽ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν  550

Ἴλιον εἰς εὔπωλον ἅμ᾽ Ἀργείοισιν ἑπέσθην,

τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

ἀρνυμένω· τὼ δ᾽ αὖθι τέλος θανάτοιο κάλυψεν.

Οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν

ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·    555

τὼ μὲν ἄρ᾽ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα

σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ

ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·

τοίω τὼ χείρεσσιν ὑπ᾽ Αἰνείαο δαμέντε

καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.    560

Τὼ δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

σείων ἐγχείην· τοῦ δ᾽ ὄτρυνεν μένος Ἄρης,

τὰ φρονέων ἵνα χερσὶν ὑπ᾽ Αἰνείαο δαμείη.

Τὸν δ᾽ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,      565

βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν

μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.

Τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα

ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·

Ἀντίλοχος δὲ μάλ᾽ ἄγχι παρίστατο ποιμένι λαῶν.     570

Αἰνείας δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς

ὡς εἶδεν δύο φῶτε παρ᾽ ἀλλήλοισι μένοντε.

Οἳ δ᾽ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,

τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,

αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. 575

Ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ

ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.

Τὸν μὲν ἄρ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος

ἑσταότ᾽ ἔγχεϊ νύξε κατὰ κληῖδα τυχήσας·

Ἀντίλοχος δὲ Μύδωνα βάλ᾽ ἡνίοχον θεράποντα 580

ἐσθλὸν Ἀτυμνιάδην· ὃ δ᾽ ὑπέστρεφε μώνυχας ἵππους·

χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ᾽ ἄρα χειρῶν

ἡνία λεύκ᾽ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.

Ἀντίλοχος δ᾽ ἄρ᾽ ἐπαΐξας ξίφει ἤλασε κόρσην·

αὐτὰρ ὅ γ᾽ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου 585

κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.

Δηθὰ μάλ᾽ ἑστήκει· τύχε γάρ ῥ᾽ ἀμάθοιο βαθείης·

ὄφρ᾽ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·

τοὺς ἵμασ᾽ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ᾽ Ἀχαιῶν.

Τοὺς δ᾽ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ᾽ ἐπ᾽ αὐτοὺς  590

κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες

καρτεραί· ἦρχε δ᾽ ἄρα σφιν Ἄρης καὶ πότνι᾽ Ἐνυώ,

ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,

Ἄρης δ᾽ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,

φοίτα δ᾽ ἄλλοτε μὲν πρόσθ᾽ Ἕκτορος, ἄλλοτ᾽ ὄπισθε.      595

Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·

ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο

στήῃ ἐπ᾽ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι

ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ᾽ ἔδραμ᾽ ὀπίσσω,

ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·    600

ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον

αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·

τῷ δ᾽ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·

καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.

Ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω       605

εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.

Ὣς ἄρ᾽ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.

Ἔνθ᾽ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης

εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.

Τὼ δὲ πεσόντ᾽ ἐλέησε μέγας Τελαμώνιος Αἴας·  610

στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,

καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ᾽ ἐνὶ Παισῷ

ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα

ἦγ᾽ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.

Τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,  615

νειαίρῃ δ᾽ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,

δούπησεν δὲ πεσών· ὃ δ᾽ ἐπέδραμε φαίδιμος Αἴας

τεύχεα συλήσων· Τρῶες δ᾽ ἐπὶ δούρατ᾽ ἔχευαν

ὀξέα παμφανόωντα· σάκος δ᾽ ἀνεδέξατο πολλά.

Αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος 620

ἐσπάσατ᾽· οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰ

ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.

Δεῖσε δ᾽ ὅ γ᾽ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,

οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε᾽ ἔχοντες,

οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν      625

ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.

Ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·

Τληπόλεμον δ᾽ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε

ὦρσεν ἐπ᾽ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.

Οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες        630

υἱός θ᾽ υἱωνός τε Διὸς νεφεληγερέταο,

τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·

Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη

πτώσσειν ἐνθάδ᾽ ἐόντι μάχης ἀδαήμονι φωτί;

ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο       635

εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν

οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·

ἀλλ᾽ οἷόν τινά φασι βίην Ἡρακληείην

εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·

ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντος 640

ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν

Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ᾽ ἀγυιάς·

σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.

Οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι

ἐλθόντ᾽ ἐκ Λυκίης, οὐδ᾽ εἰ μάλα καρτερός ἐσσι,  645

ἀλλ᾽ ὑπ᾽ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.

Τὸν δ᾽ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·

Τληπόλεμ᾽ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν

ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,

ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,  650

οὐδ᾽ ἀπέδωχ᾽ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.

Σοὶ δ᾽ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν

ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ᾽ ὑπὸ δουρὶ δαμέντα

εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλῳ.

Ὣς φάτο Σαρπηδών, ὃ δ᾽ ἀνέσχετο μείλινον ἔγχος   655

Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ

ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον

Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ᾽ ἀλεγεινή·

τὸν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.

Τληπόλεμος δ᾽ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ    660

βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα

ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ᾽ ἔτι λοιγὸν ἄμυνεν.

Οἳ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι

ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν

ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ᾽ οὐδὲ νόησε      665

μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ᾽ ἐπιβαίη

σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.

Τληπόλεμον δ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ

ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς

τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·        670

μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,

ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.

Οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν

ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·    675

τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.

Ἔνθ᾽ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε

Ἄλκανδρόν θ᾽ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.

Καί νύ κ᾽ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· 680

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

δεῖμα φέρων Δαναοῖσι· χάρη δ᾽ ἄρα οἱ προσιόντι

Σαρπηδὼν Διὸς υἱός, ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπε·

Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς

κεῖσθαι, ἀλλ᾽ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν      685

ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἔγωγε

νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.

Ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,

ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα    690

ὤσαιτ᾽ Ἀργείους, πολέων δ᾽ ἀπὸ θυμὸν ἕλοιτο.

Οἳ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι

εἷσαν ὑπ᾽ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·

ἐκ δ᾽ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε

ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.  695

Τὸν δ᾽ ἔλιπε ψυχή, κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς·

αὖτις δ᾽ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο

ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.

Ἀργεῖοι δ᾽ ὑπ᾽ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ

οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν      700

οὔτε ποτ᾽ ἀντεφέροντο μάχῃ, ἀλλ᾽ αἰὲν ὀπίσσω

χάζονθ᾽, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.

Ἔνθα τίνα πρῶτον τίνα δ᾽ ὕστατον ἐξενάριξαν

Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;

ἀντίθεον Τεύθραντ᾽, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,       705

Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,

Οἰνοπίδην θ᾽ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,

ὅς ῥ᾽ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,

λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι

ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.   710

Τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη

Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,

αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,

ἦ ῥ᾽ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ  715

Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,

εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.

Ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.

Ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους        720

Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·

Ἥβη δ᾽ ἀμφ᾽ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα

χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.

Τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε

χάλκε᾽ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·      725

πλῆμναι δ᾽ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·

δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν

ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.

Τοῦ δ᾽ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ᾽ ἄκρῳ

δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα 730

κάλ᾽ ἔβαλε χρύσει᾽· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη

ἵππους ὠκύποδας, μεμαυῖ᾽ ἔριδος καὶ ἀϋτῆς.

Αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο

πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει

ποικίλον, ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·  735

ἣ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο

τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.

Ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετ᾽ αἰγίδα θυσσανόεσσαν

δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,

ἐν δ᾽ Ἔρις, ἐν δ᾽ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,       740

ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου

δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.

Κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον

χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ᾽ ἀραρυῖαν·

ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ᾽ ἔγχος       745

βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν

ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.

Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ᾽ ἄρ᾽ ἵππους·

αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,

τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε  750

ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ᾽ ἐπιθεῖναι.

Τῇ ῥα δι᾽ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·

εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων

ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.

Ἔνθ᾽ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη      755

Ζῆν᾽ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·

Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα

ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν

μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ᾽ ἄχος, οἳ δὲ ἕκηλοι

τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων        760

ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;

Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα

λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,   765

ἥ ἑ μάλιστ᾽ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.

Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

μάστιξεν δ᾽ ἵππους· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην

μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

Ὅσσον δ᾽ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν        770

ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,

τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.

Ἀλλ᾽ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,

ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,

ἔνθ᾽ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη   775

λύσασ᾽ ἐξ ὀχέων, περὶ δ᾽ ἠέρα πουλὺν ἔχευε·

τοῖσιν δ᾽ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.

Αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ᾽ ὁμοῖαι

ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι    780

ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο

εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν

ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,

ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ λευκώλενος Ἥρη

Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,     785

ὃς τόσον αὐδήσασχ᾽ ὅσον ἄλλοι πεντήκοντα·

αἰδὼς Ἀργεῖοι κάκ᾽ ἐλέγχεα εἶδος ἀγητοί·

ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,

οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων

οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· 790

νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.

Ὣς εἰποῦσ᾽ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

Τυδεΐδῃ δ᾽ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·

εὗρε δὲ τόν γε ἄνακτα παρ᾽ ἵπποισιν καὶ ὄχεσφιν

ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.     795

Ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος

ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,

ἂν δ᾽ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ᾽ ἀπομόργνυ.

Ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·

ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.   800

Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·

καί ῥ᾽ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον

οὐδ᾽ ἐκπαιφάσσειν, ὅτε τ᾽ ἤλυθε νόσφιν Ἀχαιῶν

ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·

δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·    805

αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ

κούρους Καδμείων προκαλίζετο, πάντα δ᾽ ἐνίκα

ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.

Σοὶ δ᾽ ἤτοι μὲν ἐγὼ παρά θ᾽ ἵσταμαι ἠδὲ φυλάσσω,

καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· 810

ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν

ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ᾽ ἔπειτα

Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·

γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·    815

τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ᾽ ἐπικεύσω.

Οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,

ἀλλ᾽ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·

οὔ μ᾽ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι

τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη  820

ἔλθῃσ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.

Τοὔνεκα νῦν αὐτός τ᾽ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους

Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·

γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.

Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·    825

Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ

μήτε σύ γ᾽ Ἄρηα τό γε δείδιθι μήτε τιν᾽ ἄλλον

ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·

ἀλλ᾽ ἄγ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,

τύψον δὲ σχεδίην μηδ᾽ ἅζεο θοῦρον Ἄρηα    830

τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,

ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ᾽ ἀγορεύων

Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,

νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.

Ὣς φαμένη Σθένελον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε,   835

χειρὶ πάλιν ἐρύσασ᾽, ὃ δ᾽ ἄρ᾽ ἐμμαπέως ἀπόρουσεν·

ἣ δ᾽ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον

ἐμμεμαυῖα θεά· μέγα δ᾽ ἔβραχε φήγινος ἄξων

βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ᾽ ἄριστον.

Λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·       840

αὐτίκ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.

Ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν

Αἰτωλῶν ὄχ᾽ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·

τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη

δῦν᾽ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.       845

Ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,

ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ᾽ ἔασε

κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,

αὐτὰρ ὃ βῆ ῥ᾽ ἰθὺς Διομήδεος ἱπποδάμοιο.

Οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,       850

πρόσθεν Ἄρης ὠρέξαθ᾽ ὑπὲρ ζυγὸν ἡνία θ᾽ ἵππων

ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·

καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη

ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.

Δεύτερος αὖθ᾽ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης   855

ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη

νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·

τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,

ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δ᾽ ἔβραχε χάλκεος Ἄρης

ὅσσόν τ᾽ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι     860

ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.

Τοὺς δ᾽ ἄρ᾽ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε

δείσαντας· τόσον ἔβραχ᾽ Ἄρης ἆτος πολέμοιο.

Οἵη δ᾽ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ

καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,  865

τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης

φαίνεθ᾽ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.

Καρπαλίμως δ᾽ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,

πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,

δεῖξεν δ᾽ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, 870

καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;

αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν

ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.

Σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην      875

οὐλομένην, ᾗ τ᾽ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.

Ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ

σοί τ᾽ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·

ταύτην δ᾽ οὔτ᾽ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,

ἀλλ᾽ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ᾽ ἀΐδηλον·   880

ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα

μαργαίνειν ἀνέηκεν ἐπ᾽ ἀθανάτοισι θεοῖσι.

Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,

αὐτὰρ ἔπειτ᾽ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·

ἀλλά μ᾽ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν 885

αὐτοῦ πήματ᾽ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,

ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.

Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.

Μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.

Ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·       890

αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.

Μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν

Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ᾽ ἐπέεσσι·

τώ σ᾽ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.

Ἀλλ᾽ οὐ μάν σ᾽ ἔτι δηρὸν ἀνέξομαι ἄλγε᾽ ἔχοντα·      895

ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·

εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ᾽ ἀΐδηλος

καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.

Ὣς φάτο, καὶ Παιήον᾽ ἀνώγειν ἰήσασθαι.

Τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων        900

ἠκέσατ᾽· οὐ μὲν γάρ τι καταθνητός γ᾽ ἐτέτυκτο.

Ὡς δ᾽ ὅτ᾽ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν

ὑγρὸν ἐόν, μάλα δ᾽ ὦκα περιτρέφεται κυκόωντι,

ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.

Τὸν δ᾽ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·    905

πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.

Αἳ δ᾽ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο

Ἥρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη

παύσασαι βροτολοιγὸν Ἄρη᾽ ἀνδροκτασιάων.